Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.25.2 | Hdt. 8.26.3 (English) | >>Hdt. 8.27.5 |
8.26.1
ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπʼ Ἀρκαδίης ὀλίγοι τινές , βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι . ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν · εἷς δέ τις πρὸ πάντων ἦν ὁ εἰρωτῶν αὐτοὺς ταῦτα .
8.26.2 οἱ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν . ὁ δὲ ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται · οἱ δʼ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον . ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης ὁ Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος .
8.26.3 πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλʼ οὐ χρήματα , οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε · “παπαῖ Μαρδόνιε , κοίους ἐπʼ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας , οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς .” τούτῳ μὲν δὴ ταῦτα εἴρητο .
ch. 27
8.27.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.25.2 | Hdt. 8.26.3 (English) | >>Hdt. 8.27.5 |